Πέμπτη, 7 Μαΐου 2020

Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας, τὸν ἠγαπημένον Ἰωάννην καὶ παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν.




 Οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τὸ ἐν ἀρχῇ μὲν ἔφησε τοῦ Λόγου, αὖθις δέ, τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα τῆς τοῦ Πατρὸς οὐσίας, δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ θαύματος ἐκστατικοῦ, καὶ πράγματος, σοφιστικοῦ ὅτι πλήρης ὢν τῆς ἀγάπης πλήρης γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, δι' ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Ἰωάννη, τῶν ἀπορρήτων μύστης γενόμενος, τῆς σοφίας τὰ ἀπόρρητα ἡμῖν ἑβρόντησας δόγματα, τό Ἐν ἀρχῇ ἦν τρανώσας τοῖς πιστοῖς, καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς λόγους, ἐπιστήθιος φανείς, καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παρρησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.